8:07
τυτθὸν ἔτι πνείεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ
δῶκας ἄγων, ψυχήν, σῶμα, λόγον, παλάμας,
Βασίλιε, Χριστοῖο μέγα κλέος, ἕρμ᾽ ἱερήων,
ἕρμα πολυσχίστου νῦν πλέον ἀτρεκίης.
Λίγο ἀκόμη ἀνέπνεες πάνω στὴ γῆ·κι ὅμως τὰ πάντα στὸν Χριστὸ
τὰ ἔδωσες ὁδεύοντας: ψυχή, σῶμα, λόγο, παλάμες,
Βασίλειε, μέγα κλέος τοῦ Χριστοῦ, στήλη ἑρμαϊκὴ τῶν ἱερῶν,
ἕρμα πλέον ἀδιάσειστο τῆς πολυσχιδοῦς ἀλήθειας.
8:16
Τέκνον ἐμόν, τὰ μὲν ἄλλα πατρὸς καὶ φέρτερος εἴης,
τὴν δ᾽ ἀγανοφροσύνην ἄξιος (οὔ τι πλέον
εὔξασθαι θέμις ἐστί): καὶ ἐς βαθὺ γῆρας ἵκοιο,
τοίου κηδεμόνος, ὦ μάκαρ, ἀντιάσας.
Παιδί μου, στ’ ἄλλα κι ἀπ’ τὸν πατέρα σου καλύτερος νὰ γίνεις,
μὰ τοῦ πράου καὶ ταπεινοῦ φρονήματός του ἄξιος
(τίποτα περισσότερο θεμιτὸ δὲν εἶναι νὰ εὐχηθοῦμε)·
καὶ σὲ βαθιὰ γηρατειὰ νὰ φτάσεις,
μὲ τέτοιον κηδεμόνα, μακάριε, ἀγνάντια.
8:21
τυτθὴ μάργαρός ἐστιν, ἀτὰρ λιθάκεσσιν ἀνάσσει,
τυτθὴ καὶ Βηθλέμ, ἔμπα δὲ χριστοφόρος·
ὣς δ᾽ ὀλίγην μὲν ἐγὼ ποίμνην λάχον, ἀλλὰ φερίστην
Γρηγόριος, τὴν σύ, παῖ φίλε, λίσσομ᾽, ἄγοις.
Μικρό ’ναι τὸ μαργαριτάρι, κι ὅμως βασιλεύει στὰ πετράδια.
Μικρὴ κι ἡ Βηθλεέμ, ὡστόσο χριστοφόρα.
Κι ὅπως ἐγὼ, ὁ Γρηγόριος, μικρὸ ποίμνιο κληρώθηκα,
ἀλλὰ τὸ πιὸ ἐκλεκτό,
ἔτσι κι ἐσύ, παιδί μου ἀγαπημένο, τό δικό σου,
σὲ ἱκετεύω νὰ ποιμένεις.
8:22
Ποιμενίην σύριγγα τεαῖς ἐν χερσὶν ἔθηκα
Γρηγόριος· σὺ δέ μοι τέκνον ἐπισταμένως
σημαίνειν, ζωῆς δὲ θύρας πετάσειας ἅπασιν,
ἐς δὲ τάφον πατέρος ὥριος ἀντιάσαις.
Τὴν ποιμενική φλογέρα στὰ χέρια σου ἐναπόθεσα,
ἐγὼ ὁ Γρηγόριος· ἐσύ, παιδί μου, ἐπισταμένως τοὺς φθόγγους νὰ σημαίνεις,
κι εἴθε τὶς θύρες τῆς ζωῆς ν’ ἀνοίξεις σὲ ὅλους,
κι ὥριμος τὸν πατέρα σου στὸν τάφο ν’ ἀνταμώσεις.
8:56
ἄλλοις μὲν Νόννης τις ἁγνῶν ἐσθλοῖσιν ἐρίζοι,
εὐχωλῆς δὲ μέτροισιν ἐριζέμεν οὐ θέμις ἐστὶν
τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος.
Σὲ ἄλλες βέβαια ἐνάρετες πράξεις ἂς συναγωνίζεται κανείς τὴ Νόννα,
ἀλλὰ στὸ μέτρο τῆς προσευχῆς δὲν εἶναι θεμιτό·
αὐτὸ μαρτυρεῖ καὶ τὸ τέλος τοῦ βίου, ποὺ λύθηκε μὲ δεήσεις.